Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.378 Joseph. AJ 12.383 (English) >>Joseph. AJ 12.388

12.381καὶ ὡς δοκεῖ πολὺ κρεῖττον εἶναι σπονδὰς ποιησαμένους πρὸς τοὺς πολιορκουμένους καὶ φιλίαν πρὸς ὅλον αὐτῶν τὸ ἔθνος ἐπιτρέψαντας αὐτοῖς χρῆσθαι τοῖς πατρίοις νόμοις, ὧν ἀφαιρεθέντες νῦν ἐξεπολεμώθησαν, χωρεῖν ἐπὶ τὰ οἰκεῖα. ταῦτα τοῦ Λυσίου φήσαντος ἠρέσθη τό τε στράτευμα καὶ οἱ ἡγεμόνες τῇ γνώμῃ. 12.382

Καὶ πέμψας βασιλεὺς πρὸς τὸν Ἰούδαν καὶ τοὺς σὺν αὐτῷ πολιορκουμένους εἰρήνην τε ἐπηγγείλατο καὶ συγχωρεῖν τοῖς πατρίοις νόμοις χρωμένους ζῆν. οἱ δὲ ἀσμένως δεξάμενοι τοὺς λόγους λαβόντες ὅρκους τε καὶ πίστεις ἐξῆλθον ἐκ τοῦ ἱεροῦ. 12.383εἰσελθὼν δὲ Ἀντίοχος εἰς αὐτὸ καὶ θεασάμενος ὀχυρὸν οὕτως τὸ χωρίον παρέβη τοὺς ὅρκους καὶ κελεύει τὴν δύναμιν παραστᾶσαν καθελεῖν τὸ τεῖχος εἰς ἔδαφος. καὶ ταῦτα ποιήσας ἀνέστρεψεν εἰς Ἀντιόχειαν ἐπαγόμενος Ὀνίαν τὸν ἀρχιερέα, ὃς καὶ Μενέλαος ἐκαλεῖτο. 12.384Λυσίας γὰρ συνεβούλευσεν τῷ βασιλεῖ τὸν Μενέλαον ἀνελεῖν, εἰ βούλεται τοὺς Ἰουδαίους ἠρεμεῖν καὶ μηδὲν ἐνοχλεῖν αὐτῷ· τοῦτον γὰρ ἄρξαι τῶν κακῶν πείσαντʼ αὐτοῦ τὸν πατέρα τοὺς Ἰουδαίους ἀναγκάσαι τὴν πάτριον θρησκείαν καταλιπεῖν. 12.385πέμψας οὖν τὸν Μενέλαον βασιλεὺς εἰς Βέροιαν τῆς Συρίας διέφθειρεν ἀρχιερατεύσαντα μὲν ἔτη δέκα, πονηρὸν δὲ γενόμενον καὶ ἀσεβῆ καὶ ἵνα αὐτὸς ἄρχῃ τὸ ἔθνος ἀναγκάσαντα τοὺς ἰδίους παραβῆναι νόμους. ἀρχιερεὺς δὲ ἐγένετο μετὰ τὸν Μενελάου θάνατον Ἄλκιμος καὶ Ἰάκιμος κληθείς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.378 Joseph. AJ 12.383 (English) >>Joseph. AJ 12.388

Powered by PhiloLogic